Loading
0:00
0:00
Loading
0:00
0:00
Lingua Graeca Per Sē Ilūstrāta Cap.03 | Κεφ.03 Ἡ Ἑλληνικὴ γλῶσσα καθ᾿ αὑτὴν φωτιζομένη

Ἡ Ἑλληνικὴ γλῶσσα καθ᾿ αὑτὴν φωτιζομένη

(aka) Lingua Graeca Per Se Illustrata

By patron Seumas Macdonald

https://seumasjeltzz.github.io/LinguaeGraecaePerSeIllustrata/

All audio (index page):

https://www.patreon.com/posts/32708727

The text below represents version 1 of this chapter, and comments and input are greatly welcomed for the continual improvement of the LGPSI book.

Imperial Roman Koine Greek Pronunciation (see below) (Ἡ Λουκιᾱνὴ Προφορά̄)


***

https://seumasjeltzz.github.io/LinguaeGraecaePerSeIllustrata/003.html

Κεφάλαιον τὸ τρίτον

ὁ πονηρὸς παῖς

I

ἡ πρωτὴ σκηνή

πρόσωπα· Γρηγόριος, Εὐγενίᾱ, Ἀλέξιος, Δημήτριος, Εἰρήνη, Σοφίᾱ.

Σοφίᾱ ᾄδει· «λάλλα.» ἡ Σοφίᾱ χαίρει. 

Δημήτριος· «στ!». ὁ Δημήτριος οὐ χαίρει. 

ἡ δὲ Σοφίᾱ ἔτι ᾄδει· «λάλλα, λάλλα.»

ὁ δὲ Δημήτριος· «στ!». ὁ Δημήτριος οὐ χαίρει, ἀλλὰ ὀργίζεται. 

ἡ δὲ Σοφίᾱ ἔτι ᾄδει. «λάλλα, λάλλα, λάλλα.»

ὁ δὲ Δημήτριος τὴν Σοφίᾱν παίει. ἡ δὲ Σοφίᾱ ἄρτι οὐκ ᾄδει, ἀλλὰ δακρύ̄ει. «οὐ οὓ οὕ!»

ὁ δὲ Δημήτριος γελᾷ, «ἃ ἃ ἅ!». 

ὁ μὲν Ἀλέξιος Δημήτριον βλέπει, ὁ δὲ Δημήτριος τὸν Ἀλέξιον οὐ βλέπει. 

ὁ Ἀλέξιος λέγει «τί; ὁ Δημήτριος κόρην παίει, καὶ γελᾷ;» 

ὁ Ἀλέξιος ὀργίζεται, καὶ τὸν Δημήτριον παίει. 

ὁ δὲ Δημήτριος ἄρτι οὐ γελᾷ, ἀλλὰ δακρύ̄ει. «οὐ οὓ οὕ!» ὁ Δημήτριος τὸν Ἀλέξιον παίει. 

ἡ δὲ Σοφίᾱ λέγει «ποῦ ἐστι ἡ μήτηρ;» ἡ Σοφίᾱ τὴν Εὐγενίᾱν οὐ βλέπει. ἡ Σοφίᾱ καλεῖ τὴν Εὐγενίᾱν «μῆτερ, μῆ-τερ, ὁ Δημήτριός με παίει.» 

ἡ μὲν Εὐγενίᾱ οὐκ ἔρχεται, ὁ δὲ Γρηγόριος ἔρχεται.

II

ἡ δευτέρα σκηνή

Γρηγόριος ἐρωτᾷ «τίς με καλεῖ;» 

ὁ δὲ Ἀλέξιος ἀποκρί̄νεται «οὐδείς σε καλεῖ, τὴν δὲ μήτερα καλεῖ ἡ Σοφίᾱ.» 

ὁ δὲ Γρηγόριος ἐρωτᾷ τὸν Ἀλέξιον «μήδεν ἧττον, ἐγὼ πάρειμι. διὰ τί ἡ Σοφίᾱ δακρύ̄ει;» 

ὁ δὲ ἀποκρί̄νεται «ἡ Σοφίᾱ δακρύ̄ει ὅτι ὁ Δημήτριος αὐτὴν παίει.» 

ὁ δὲ Γρηγόριος λέγει «τί παῖς κόρην μῑκρὰν παίει; φεῦ φεῦ. διὰ τί ὁ Δημήτριος αὐτὴν παίει;» 

ὁ δὲ ἀποκρί̄νεται «ὅτι ᾄδει ἡ Σοφίᾱ!» 

ὁ δὲ Γρηγόριος λέγει «ὦ θύγατέρ μου. ὁ Δημήτριος οὐκ ἔστιν παῖς ἀγαθός, ἀλλὰ πονηρός.» 

ὁ δὲ Ἀλέξιος λέγει «ἡ Σοφίᾱ ἐστὶ κόρη ἀγαθή.» 

ὁ δὲ ἀποκρί̄νεται «ναί, ὀρθῶς, ἀλλὰ ποῦ ἐστιν ἡ μήτηρ; διὰ τί οὐκ ἔρχεται;» 

ὁ πατὴρ τὴν μήτερα οὐ βλέπει. ὁ δὲ Δημήτριος ἀποκρί̄νεται «ἡ μήτηρ καθεύδει.» 

ὁ δὲ Ἀλέξιος λέγει «στ. οὔ σε, ἀλλὰ ἐμὲ ἐρωτᾷ ὁ πατήρ.» 

ὁ δὲ Γρηγόριος «παῖδες, σῑγᾶτε. ποῦ ἡ μήτηρ ἐστίν;» 

ὁ δὲ Ἀλέξιος ἀποκρί̄νεται «ἡ μὲν μήτηρ ἐνθάδε οὐκ ἔστιν, ὁ δὲ Δημήτριός ἐστιν.» 

καλεῖ ὁ Ἀλέξιος τὴν Εὐγενίᾱν «μῆ-τερ! μῆηη-τερ!» 

ἡ δὲ Εὐγενίᾱ οὐκ ἀκούει οὐδὲ ἔρχεται. διὰ τί οὐκ ἔρχεται; ὃτι τοῦ Ἀλεξίου οὐκ ἀκούει. διὰ τί οὐκ αὐτοῦ ἀκούει; ὃτι ἡ Εὐγενίᾱ καθεύδει. 

ὁ δὲ Δημήτριος γελᾷ, «ἃ ἅ! οὐδὲ ἡ μήτηρ σοῦ ἀκούει.» 

ὁ δὲ Γρηγόριος ὀργίζεται. λέγει «σῑγᾶ». καὶ ὁ πατὴρ τὸν υἱὸν τύπτει. τὺπ τὺπ τύπ. 

ὁ δὲ Δημήτριος ἄρτι δακρύ̄ει. «οὐ οὓ οὕ!»

ἆρα ἡ Εὐγενίᾱ τοῦ Δημητρίου ἀκούει; οὐδὲ αὐτοῦ ἀκούει, οὐδὲ τοῦ Ἀλεξίου, ἀλλὰ ἔτι καθεύδει. ἡ δὲ Εἰρήνη καὶ ἀκούει καὶ ἔρχεται.

III

ἡ τρίτη σκηνή

ὁ Ἀλέξιος λέγει «ἡ μὲν μήτηρ οὐκ ἔρχεται, ἡ δὲ Εἰρήνη ἔρχεται.» 

ὁ δὲ Γρηγόριος αὐτοῦ οὐκ ἀκούει, ὅτι ὁ Δημήτριος πολὺ δακρύ̄ει. 

ἡ δὲ Εἰρήνη τὸν Ἀλέξιον βλέπει, καὶ αὐτὸν ἐρωτᾷ «διὰ τί ὁ Δημήτριος δακρύ̄ει;» 

ὁ δὲ Ἀλέξιος ἀποκρί̄νεται «ὁ Δημήτριος δακρύ̄ει ὃτι ὁ πατὴρ τύπτει αὐτόν.» 

ἡ δὲ ἐρωτᾷ «ἀλλὰ διὰ τί ὁ πατὴρ αὐτὸν τύπτει;» 

ὁ δὲ ἀποκρί̄νεται «τὸν Δημήτριον τύπτει ὅτι παῖς πονηρός ἐστιν. ὁ δὲ Δημήτριος κόρην μῑκρὰν παίει.» 

ἡ δὲ Σοφίᾱ λέγει «πάτερ, ἡ Εἰρήνη ἐνθάδε ἐστιν.» 

ὁ δὲ Γρηγόριος αὐτὴν βλέπει, καὶ λέγει «τί ἐστιν, ὦ θύγατερ;» 

ἡ δὲ ἀποκρί̄νεται «ὦ πάτερ, διὰ τί ὁ Δημήτριος δακρύ̄ει;» 

ὁ δέ «ὅτι υἱὸς πονηρός ἐστιν. παῖς ὃς μῑκρὰν κόρην παίει οὐκ ἔστιν ἀγαθός. ὁ ἀγαθὸς παῖς οὐ παίει κόρην.» ὁ Γρηγόριος πάλιν αὐτὸν τύπτει· τὺπ τὺπ τύπ. 

ὁ δὲ Δημήτριος πολὺ δακρύ̄ει. ὁ δὲ Ἀλέξιος χαίρει, ἀλλὰ οὐ γελᾷ. ἡ δὲ Σοφίᾱ οὐ χαίρει οὐδὲ γελᾷ. διὰ τί; ὅτι κόρη ἀγαθή ἐστιν ἡ Σοφίᾱ. 

ἡ δὲ Εἰρήνη δακρύ̄ει. διὰ τί καὶ ἡ Εἰρήνη δακρύ̄ει; δακρύ̄ει ὅτι ὁ πατὴρ τὸν υἱὸν τύπτει.

παῖς γελᾷ. κόρη δακρύ̄ει. τίς ἐστιν ὁ παῖς ὃς γελᾷ; ὁ παῖς ὃς γελᾷ Δημήτριός ἐστιν. τίς ἐστιν ἡ κόρη ἣ δακρύ̄ει; ἡ κόρη ἣ δακρύ̄ει ἐστιν Σοφίᾱ. 

ὁ Δημήτριος, ὃς κόρην παίει, ἐστὶ παῖς πονηρός. ἡ κόρη, ἣν Δημήτριος παίει, Σοφίᾱ ἐστίν. τίνα καλεῖ ἡ Σοφίᾱ; τὴν Εὐγενίᾱν καλεῖ. ἡ Εὐγενίᾱ, ἣν Σοφίᾱ καλεῖ, ἐστι μήτηρ παιδίων. ἀλλὰ ὁ Γρηγόριος τὸν Δημήτριον τύπτει. 

ὁ παῖς, ὃν Γρηγόριος τύπτει, Δημήτριός ἐστιν. τίνα καλεῖ ὁ Ἀλέξιος; καὶ ὁ Ἀλέξιος τὴν Εὐγενίᾱν καλεῖ. ἡ δὲ Εὐγενίᾱ οὐκ ἀκούει. τίνος ἀκούει ἡ Εὐγενίᾱ; οὐδένος καὶ οὐδέν.

***

Imperial Roman Koine Greek Pronunciation

Ἡ Λουκιᾱνὴ Προφoρά̄

Syllable quantity, including geminated consonants and long vowels, is reasonably strictly observed. Pitch accent and stress accent freely interchange. Other interchanges are in the monophthongization of diphthongs, which may have been in free variation with each other during much of the Roman Empire, for example αι /ae̯~æe̯~æɛ̯~æː~ɛː/, all of which may be heard in this recording.

α /a/

ε /e~e̞~ɛ/

ι /i/

ο /o~o̞~ɔ/

υ /y/

ᾱ /aː/

η /e̝ː~eː~e̞ː/ = ῃ

ει /iː/

ῑ /iː/

ω /ο̝ː~oː~o̞ː/ = ῳ

ου /uː/

ῡ /yː/

αι /ae̯~æe̯~æɛ̯~æː~ɛː/

αυ /aw~aβʷ~aβ~av, aɸʷ~aɸ~af/

ευ /e̞w~e̞βʷ~e̞β~e̞v, e̞ɸʷ~e̞ɸ~e̞f/

οι /ɵi̯~øi̯~ɘi̯~əi̯~øː~ʏː/

υι /yː/

ᾳ /aː/

ῃ /e̝ː~eː~e̞ː/

ῳ /ο̝ː~oː~o̞ː/

‘ /h~∅/

ζ /z̠ː/

σ /s̠~z̠/

γ /ɣ~ʝ/

δ /ð/

β /β~v/

χ /x~ç/

θ /θ/

φ /ɸ~f/

κ /k~c/

τ /t/

π /p/

ρ /ɾ~r, r̥ʰ~r/

λ /l/

μ /m/

ν /n/

Become a patron to

386
Unlock 386 exclusive posts
Be part of the community
Get exclusive merch
Listen anywhere
Luke Amadeus Ranieri is offering
an exclusive sticker
Recent Posts