A Spartan Tale 1α · ἁ Ἑλήνᾱ

  

Ἑλήνᾱ ἐστιν Λάκαινα. οἰκεῖ δὲ οὐκ ἐν τᾷ Σπάρτᾳ, ἀλλὰ ἐν τοῖς ἀγροῖς. εἱλωτίς γὰρ ἐντιν. δουλεύει οὖν ἐν τοῖς ἀγροῖς καὶ πονεῖ ἐν τῷ οἴκῳ. χαλεπὸς δέ ἐστιν ὁ βίος. οἱ γὰρ δεσπόται εἰσὶν χαλεποί, μακρὸς οὖν ὁ πόνος. ἀεὶ πονεῖ ἁ Ἑλήνα καὶ στενάζει πολλάκιν, λέγουσα, «ὦ Ζάν, χαλεπός ἐστιν ὁ ἐμὸς βίος. ἀπέραντος γάρ ἐστιν ὁ πόνος μου, χαλεποὶ δὲ τοὶ δεσπόται, καὶ οὐ πολὺν σῖτόν μοι παρέχουσιν.» ἀλλὰ ἰσχῡρᾱ́ ἐντιν ᾱ̔νθρωπος. ἆρα πολλάκιν χαίρει; οὐδαμῶς, ἀλλὰ στενάζει καὶ χαλεπαίνει. δούλᾱ γάρ ἐστιν καὶ εἱλωτίς· μῑσεῖ δὲ τὸν οἶκον. καλᾱ̀ μέν ἐντιν ᾱ̔ ἐλευθερίᾱ, κακᾱ̀ δὲ δουλείᾱ.

By becoming a patron, you'll instantly unlock access to 8 exclusive posts
3
Audio releases
5
Writings
By becoming a patron, you'll instantly unlock access to 8 exclusive posts
3
Audio releases
5
Writings